Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 8.43 | Dem. 8.47 (English) | >>Dem. 8.49 |
8.45τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοσούτων προσόδων οὐκ ἐπιθυμεῖν , ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν , ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν . οὐκ ἔστι ταῦτα , ἀλλὰ κἀκεῖνʼ ὑπὲρ τοῦ τούτων γενέσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται .
8.46τί οὖν εὖ φρονούντων ἀνθρώπων ἐστίν ; εἰδότας ταῦτα καὶ ἐγνωκότας τὴν μὲν ὑπερβάλλουσαν καὶ ἀνήκεστον ταύτην ῥᾳθυμίαν ἀποθέσθαι , χρήματα δʼ εἰσφέρειν καὶ τοὺς συμμάχους ἀξιοῦν , καὶ ὅπως τὸ συνεστηκὸς τοῦτο συμμενεῖ στράτευμʼ ὁρᾶν καὶ πράττειν , ἵνʼ ὥσπερ ἐκεῖνος ἕτοιμον ἔχει δύναμιν τὴν ἀδικήσουσαν καὶ καταδουλωσομένην ἅπαντας τοὺς Ἕλληνας , οὕτω τὴν σώσουσαν ὑμεῖς καὶ βοηθήσουσαν ἅπασιν ἕτοιμον ἔχητε .
8.47οὐ γὰρ ἔστι βοηθείαις χρωμένους οὐδέποτʼ οὐδὲν τῶν δεόντων πρᾶξαι , ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν , καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους , καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι , οὕτω ποιήσαντας , τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν , τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ . κἂν οὕτω ποιήσητε καὶ ταῦτʼ ἐθελήσηθʼ ὡς ἀληθῶς , ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τῆς αὑτοῦ Φίλιππον ἀναγκάσετε , οὗ μεῖζον οὐδὲν ἂν γένοιτʼ ἀγαθόν , ἢ πολεμήσετʼ ἐξ ἴσου .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 8.43 | Dem. 8.47 (English) | >>Dem. 8.49 |